Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 16.28 | Joseph. AJ 16.33 (English) | >>Joseph. AJ 16.39 |
16.31
τυχόντες γὰρ πρότερον ὑμῶν οἵους ηὔξαντο πολλάκις , τὸ μὴ τὰς χάριτας ἀφαιρεῖσθαι διʼ ὑμῶν αἰτοῦνται τῶν δεδωκότων , καὶ ταῦτα εἰληφότες μὲν αὐτὰς παρὰ τούτων , οἷς μόνοις διδόναι δύναμις , ἀφαιρούμενοι δʼ ὑπʼ οὐδενὸς κρείττονος , ἀλλʼ οὓς ἴσον ἔχειν αὐτοῖς ἀρχομένους ὁμοίως ὑμῶν ἴσασιν .
16.33καίτοι γε εἴτε μεγάλων ἠξιώθησαν , ἔπαινός ἐστιν τῶν τετυχηκότων ὅτι τοσούτων παρέσχον αὑτοὺς ἀξίους , εἴτε μικρῶν , αἰσχρὸν μὴ καὶ ταῦτα βεβαιοῦν δεδωκότας .
16.34οἵ γε μὴν ἐμποδὼν ὄντες καὶ πρὸς ἐπήρειαν χρώμενοι Ἰουδαίοις εὔδηλον ὡς ἄμφω ἀδικοῦσιν , τοὺς εἰληφότας , εἰ μὴ νομίζοιεν ἀγαθοὺς οἷς οἱ κρατοῦντες ἐμαρτύρησαν ἐν τῷ καὶ τοιαῦτα δεδωκέναι , καὶ τοὺς δεδωκότας , εἰ τὰς χάριτας αὐτῶν ἀβεβαίους ἀξιοῦσιν γενέσθαι .
16.35εἰ δέ τις αὐτοὺς ἔροιτο δύο τούτων θάτερον ἐθέλοιεν ἂν ἀφαιρεθῆναι , τὸ ζῆν ἢ τὰ πάτρια ἔθη τὰς πομπὰς τὰς θυσίας τὰς ἑορτάς , ἃς τοῖς νομιζομένοις προσάγουσι θεοῖς , εὖ οἶδʼ , ὅτι πάντα μᾶλλον αἱρήσονται παθεῖν ἢ καταλῦσαί τι τῶν πατρίων ·
16.36καὶ γὰρ τοὺς πολέμους οἱ πολλοὶ διὰ ταῦτα αἱροῦνται φυλαττόμενοι μὴ παραβαίνειν αὐτά , καὶ τὴν εὐδαιμονίαν , ἣν νῦν τὸ σύμπαν τῶν ἀνθρώπων γένος διʼ ὑμᾶς ἔχει , τούτῳ μετροῦμεν τῷ ἐξεῖναι κατὰ χώραν ἑκάστοις τὰ οἰκεῖα τιμῶσιν αὔξειν καὶ διαζῆν .
“
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 16.28 | Joseph. AJ 16.33 (English) | >>Joseph. AJ 16.39 |